Luke 9
SBL Greek New Testament tier 1
1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν,
2 καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενεῖς,
3 καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν.
4 καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
5 καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπʼ αὐτούς.
6 ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
7 Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν,
8 ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
9 εἶπεν δὲ ὁ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10 Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατʼ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά.
11 οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
13 εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα.
15 καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας.
16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.
17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με οἱ ὄχλοι λέγουσιν εἶναι;
19 οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
20 εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Πέτρος δὲ ἀποκριθεὶς εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ.
21 Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο,
22 εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
23 Ἔλεγεν δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθʼ ἡμέραν, καὶ ἀκολουθείτω μοι.
24 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
26 ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
27 λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
28 Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
29 καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
30 καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας,
31 οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ.
32 ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
33 καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπʼ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει.
34 ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην.
35 καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.
36 καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
37 Ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.
38 καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων· Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν,
39 καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις ἀποχωρεῖ ἀπʼ αὐτοῦ συντρῖβον αὐτόν·
40 καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.
41 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου.
42 ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
43 ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ·
44 Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
46 Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
47 ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρʼ ἑαυτῷ,
48 καὶ εἶπεν αὐτοῖς· Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας.
49 Ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθʼ ἡμῶν.
50 εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθʼ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.
51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ,
52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ὡς ἑτοιμάσαι αὐτῷ·
53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.
54 ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;
55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς.
56 καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
59 εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. ὁ δὲ εἶπεν· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.
60 εἶπεν δὲ αὐτῷ· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.
61 εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
62 εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπʼ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ.
Berean Standard Bible tier 2
1 Then Jesus called the Twelve together and gave them power and authority over all demons, and power to cure diseases.
2 And He sent them out to proclaim the kingdom of God and to heal the sick.
3 “Take nothing for the journey,” He told them, “no staff, no bag, no bread, no money, no second tunic.
4 Whatever house you enter, stay there until you leave that area.
5 If anyone does not welcome you, shake the dust off your feet when you leave that town, as a testimony against them.”
6 So they set out and went from village to village, preaching the gospel and healing people everywhere.
7 When Herod the tetrarch heard about all that was happening, he was perplexed. For some were saying that John had risen from the dead,
8 others that Elijah had appeared, and still others that a prophet of old had arisen.
9 “I beheaded John,” Herod said, “but who is this man I hear such things about?” And he kept trying to see Jesus.
10 Then the apostles returned and reported to Jesus all that they had done. Taking them away privately, He withdrew to a town called Bethsaida.
11 But the crowds found out and followed Him. He welcomed them and spoke to them about the kingdom of God, and He healed those who needed healing.
12 As the day neared its end, the Twelve came to Jesus and said, “Dismiss the crowd so they can go to the surrounding villages and countryside for lodging and provisions. For we are in a desolate place here.”
13 But Jesus told them, “You give them something to eat.” “We have only five loaves of bread and two fish,” they answered, “unless we go and buy food for all these people.”
14 (There were about five thousand men.) He told His disciples, “Have them sit down in groups of about fifty each.”
15 They did so, and everyone was seated.
16 Taking the five loaves and the two fish and looking up to heaven, Jesus spoke a blessing and broke them. Then He gave them to the disciples to set before the people.
17 They all ate and were satisfied, and the disciples picked up twelve basketfuls of broken pieces that were left over.
18 One day as Jesus was praying in private and the disciples were with Him, He questioned them: “Who do the crowds say I am?”
19 They replied, “Some say John the Baptist; others say Elijah; and still others, that a prophet of old has arisen.”
20 “But what about you?” Jesus asked. “Who do you say I am?” Peter answered, “The Christ of God.”
21 Jesus strictly warned them not to tell this to anyone.
22 “The Son of Man must suffer many things,” He said. “He must be rejected by the elders, chief priests, and scribes, and He must be killed and on the third day be raised to life.”
23 Then Jesus said to all of them, “If anyone wants to come after Me, he must deny himself and take up his cross daily and follow Me.
24 For whoever wants to save his life will lose it, but whoever loses his life for My sake will save it.
25 What does it profit a man to gain the whole world, yet lose or forfeit his very self?
26 If anyone is ashamed of Me and My words, the Son of Man will be ashamed of him when He comes in His glory and in the glory of the Father and of the holy angels.
27 But I tell you truly, some who are standing here will not taste death before they see the kingdom of God.”
28 About eight days after Jesus had said these things, He took with Him Peter, John, and James, and went up on a mountain to pray.
29 And as He was praying, the appearance of His face changed, and His clothes became radiantly white.
30 Suddenly two men, Moses and Elijah, began talking with Jesus.
31 They appeared in glory and spoke about His departure, which He was about to accomplish at Jerusalem.
32 Meanwhile Peter and his companions were overcome by sleep, but when they awoke, they saw Jesus’ glory and the two men standing with Him.
33 As Moses and Elijah were leaving, Peter said to Jesus, “Master, it is good for us to be here. Let us put up three shelters—one for You, one for Moses, and one for Elijah.” (He did not know what he was saying.)
34 While Peter was speaking, a cloud appeared and enveloped them, and they were afraid as they entered the cloud.
35 And a voice came from the cloud, saying, “This is My Son, whom I have chosen. Listen to Him!”
36 After the voice had spoken, only Jesus was present with them. The disciples kept this to themselves, and in those days they did not tell anyone what they had seen.
37 The next day, when they came down from the mountain, Jesus was met by a large crowd.
38 Suddenly a man in the crowd cried out, “Teacher, I beg You to look at my son, for he is my only child.
39 A spirit keeps seizing him, and he screams abruptly. It throws him into convulsions so that he foams at the mouth. It keeps mauling him and rarely departs from him.
40 I begged Your disciples to drive it out, but they were unable.”
41 “O unbelieving and perverse generation!” Jesus replied. “How long must I remain with you and put up with you? Bring your son here.”
42 Even while the boy was approaching, the demon slammed him to the ground in a convulsion. But Jesus rebuked the unclean spirit, healed the boy, and gave him back to his father.
43 And they were all astonished at the greatness of God. While everyone was marveling at all that Jesus was doing, He said to His disciples,
44 “Let these words sink into your ears: The Son of Man is about to be delivered into the hands of men.”
45 But they did not understand this statement. It was veiled from them so that they could not comprehend it, and they were afraid to ask Him about it.
46 Then an argument started among the disciples as to which of them would be the greatest.
47 But Jesus, knowing the thoughts of their hearts, had a little child stand beside Him.
48 And He said to them, “Whoever welcomes this little child in My name welcomes Me, and whoever welcomes Me welcomes the One who sent Me. For whoever is the least among all of you, he is the greatest.”
49 “Master,” said John, “we saw someone driving out demons in Your name, and we tried to stop him, because he does not accompany us.”
50 “Do not stop him,” Jesus replied, “for whoever is not against you is for you.”
51 As the day of His ascension approached, Jesus resolutely set out for Jerusalem.
52 He sent messengers on ahead, who went into a village of the Samaritans to make arrangements for Him.
53 But the people there refused to welcome Him, because He was heading for Jerusalem.
54 When the disciples James and John saw this, they asked, “Lord, do You want us to call down fire from heaven to consume them?”
55 But Jesus turned and rebuked them.
56 And He and His disciples went on to another village.
57 As they were walking along the road, someone said to Jesus, “I will follow You wherever You go.”
58 Jesus replied, “Foxes have dens and birds of the air have nests, but the Son of Man has no place to lay His head.”
59 Then He said to another man, “Follow Me.” The man replied, “Lord, first let me go and bury my father.”
60 But Jesus told him, “Let the dead bury their own dead. You, however, go and proclaim the kingdom of God.”
61 Still another said, “I will follow You, Lord; but first let me bid farewell to my family.”
62 Then Jesus declared, “No one who puts his hand to the plow and then looks back is fit for the kingdom of God.”
King James Version tier 2
1 Then he called his twelve disciples together, and gave them power and authority over all devils, and to cure diseases.
2 And he sent them to preach the kingdom of God, and to heal the sick.
3 And he said unto them, Take nothing for your journey, neither staves, nor scrip, neither bread, neither money; neither have two coats apiece.
4 And whatsoever house ye enter into, there abide, and thence depart.
5 And whosoever will not receive you, when ye go out of that city, shake off the very dust from your feet for a testimony against them.
6 And they departed, and went through the towns, preaching the gospel, and healing every where.
7 Now Herod the tetrarch heard of all that was done by him: and he was perplexed, because that it was said of some, that John was risen from the dead;
8 And of some, that Elias had appeared; and of others, that one of the old prophets was risen again.
9 And Herod said, John have I beheaded: but who is this, of whom I hear such things? And he desired to see him.
10 And the apostles, when they were returned, told him all that they had done. And he took them, and went aside privately into a desert place belonging to the city called Bethsaida.
11 And the people, when they knew it, followed him: and he received them, and spake unto them of the kingdom of God, and healed them that had need of healing.
12 And when the day began to wear away, then came the twelve, and said unto him, Send the multitude away, that they may go into the towns and country round about, and lodge, and get victuals: for we are here in a desert place.
13 But he said unto them, Give ye them to eat. And they said, We have no more but five loaves and two fishes; except we should go and buy meat for all this people.
14 For they were about five thousand men. And he said to his disciples, Make them sit down by fifties in a company.
15 And they did so, and made them all sit down.
16 Then he took the five loaves and the two fishes, and looking up to heaven, he blessed them, and brake, and gave to the disciples to set before the multitude.
17 And they did eat, and were all filled: and there was taken up of fragments that remained to them twelve baskets.
18 And it came to pass, as he was alone praying, his disciples were with him: and he asked them, saying, Whom say the people that I am?
19 They answering said, John the Baptist; but some say, Elias; and others say, that one of the old prophets is risen again.
20 He said unto them, But whom say ye that I am? Peter answering said, The Christ of God.
21 And he straitly charged them, and commanded them to tell no man that thing;
22 Saying, The Son of man must suffer many things, and be rejected of the elders and chief priests and scribes, and be slain, and be raised the third day.
23 And he said to them all, If any man will come after me, let him deny himself, and take up his cross daily, and follow me.
24 For whosoever will save his life shall lose it: but whosoever will lose his life for my sake, the same shall save it.
25 For what is a man advantaged, if he gain the whole world, and lose himself, or be cast away?
26 For whosoever shall be ashamed of me and of my words, of him shall the Son of man be ashamed, when he shall come in his own glory, and in his Father’s, and of the holy angels.
27 But I tell you of a truth, there be some standing here, which shall not taste of death, till they see the kingdom of God.
28 And it came to pass about an eight days after these sayings, he took Peter and John and James, and went up into a mountain to pray.
29 And as he prayed, the fashion of his countenance was altered, and his raiment was white and glistering.
30 And, behold, there talked with him two men, which were Moses and Elias:
31 Who appeared in glory, and spake of his decease which he should accomplish at Jerusalem.
32 But Peter and they that were with him were heavy with sleep: and when they were awake, they saw his glory, and the two men that stood with him.
33 And it came to pass, as they departed from him, Peter said unto Jesus, Master, it is good for us to be here: and let us make three tabernacles; one for thee, and one for Moses, and one for Elias: not knowing what he said.
34 While he thus spake, there came a cloud, and overshadowed them: and they feared as they entered into the cloud.
35 And there came a voice out of the cloud, saying, This is my beloved Son: hear him.
36 And when the voice was past, Jesus was found alone. And they kept it close, and told no man in those days any of those things which they had seen.
37 And it came to pass, that on the next day, when they were come down from the hill, much people met him.
38 And, behold, a man of the company cried out, saying, Master, I beseech thee, look upon my son: for he is mine only child.
39 And, lo, a spirit taketh him, and he suddenly crieth out; and it teareth him that he foameth again, and bruising him hardly departeth from him.
40 And I besought thy disciples to cast him out; and they could not.
41 And Jesus answering said, O faithless and perverse generation, how long shall I be with you, and suffer you? Bring thy son hither.
42 And as he was yet a coming, the devil threw him down, and tare him. And Jesus rebuked the unclean spirit, and healed the child, and delivered him again to his father.
43 And they were all amazed at the mighty power of God. But while they wondered every one at all things which Jesus did, he said unto his disciples,
44 Let these sayings sink down into your ears: for the Son of man shall be delivered into the hands of men.
45 But they understood not this saying, and it was hid from them, that they perceived it not: and they feared to ask him of that saying.
46 Then there arose a reasoning among them, which of them should be greatest.
47 And Jesus, perceiving the thought of their heart, took a child, and set him by him,
48 And said unto them, Whosoever shall receive this child in my name receiveth me: and whosoever shall receive me receiveth him that sent me: for he that is least among you all, the same shall be great.
49 And John answered and said, Master, we saw one casting out devils in thy name; and we forbad him, because he followeth not with us.
50 And Jesus said unto him, Forbid him not: for he that is not against us is for us.
51 And it came to pass, when the time was come that he should be received up, he stedfastly set his face to go to Jerusalem,
52 And sent messengers before his face: and they went, and entered into a village of the Samaritans, to make ready for him.
53 And they did not receive him, because his face was as though he would go to Jerusalem.
54 And when his disciples James and John saw this, they said, Lord, wilt thou that we command fire to come down from heaven, and consume them, even as Elias did?
55 But he turned, and rebuked them, and said, Ye know not what manner of spirit ye are of.
56 For the Son of man is not come to destroy men’s lives, but to save them. And they went to another village.
57 And it came to pass, that, as they went in the way, a certain man said unto him, Lord, I will follow thee whithersoever thou goest.
58 And Jesus said unto him, Foxes have holes, and birds of the air have nests; but the Son of man hath not where to lay his head.
59 And he said unto another, Follow me. But he said, Lord, suffer me first to go and bury my father.
60 Jesus said unto him, Let the dead bury their dead: but go thou and preach the kingdom of God.
61 And another also said, Lord, I will follow thee; but let me first go bid them farewell, which are at home at my house.
62 And Jesus said unto him, No man, having put his hand to the plough, and looking back, is fit for the kingdom of God.
World English Bible tier 3
1 He called the twelve together and gave them power and authority over all demons, and to cure diseases.
2 He sent them out to preach God’s Kingdom and to heal the sick.
3 He said to them, “Take nothing for your journey—no staffs, nor wallet, nor bread, nor money. Don’t have two tunics each.
4 Into whatever house you enter, stay there, and depart from there.
5 As many as don’t receive you, when you depart from that city, shake off even the dust from your feet for a testimony against them.”
6 They departed and went throughout the villages, preaching the Good News and healing everywhere.
7 Now Herod the tetrarch heard of all that was done by him; and he was very perplexed, because it was said by some that John had risen from the dead,
8 and by some that Elijah had appeared, and by others that one of the old prophets had risen again.
9 Herod said, “I beheaded John, but who is this about whom I hear such things?” He sought to see him.
10 The apostles, when they had returned, told him what things they had done. He took them and withdrew apart to a desert region of a city called Bethsaida.
11 But the multitudes, perceiving it, followed him. He welcomed them, spoke to them of God’s Kingdom, and he cured those who needed healing.
12 The day began to wear away; and the twelve came and said to him, “Send the multitude away, that they may go into the surrounding villages and farms and lodge and get food, for we are here in a deserted place.”
13 But he said to them, “You give them something to eat.” They said, “We have no more than five loaves and two fish, unless we should go and buy food for all these people.”
14 For they were about five thousand men. He said to his disciples, “Make them sit down in groups of about fifty each.”
15 They did so, and made them all sit down.
16 He took the five loaves and the two fish, and looking up to the sky, he blessed them, broke them, and gave them to the disciples to set before the multitude.
17 They ate and were all filled. They gathered up twelve baskets of broken pieces that were left over.
18 As he was praying alone, the disciples were near him, and he asked them, “Who do the multitudes say that I am?”
19 They answered, “‘John the Baptizer,’ but others say, ‘Elijah,’ and others, that one of the old prophets has risen again.”
20 He said to them, “But who do you say that I am?” Peter answered, “The Christ of God.”
21 But he warned them and commanded them to tell this to no one,
22 saying, “The Son of Man must suffer many things, and be rejected by the elders, chief priests, and scribes, and be killed, and the third day be raised up.”
23 He said to all, “If anyone desires to come after me, let him deny himself, take up his cross, and follow me.
24 For whoever desires to save his life will lose it, but whoever will lose his life for my sake will save it.
25 For what does it profit a man if he gains the whole world, and loses or forfeits his own self?
26 For whoever will be ashamed of me and of my words, of him will the Son of Man be ashamed when he comes in his glory, and the glory of the Father, and of the holy angels.
27 But I tell you the truth: There are some of those who stand here who will in no way taste of death until they see God’s Kingdom.”
28 About eight days after these sayings, he took with him Peter, John, and James, and went up onto the mountain to pray.
29 As he was praying, the appearance of his face was altered, and his clothing became white and dazzling.
30 Behold, two men were talking with him, who were Moses and Elijah,
31 who appeared in glory and spoke of his departure, which he was about to accomplish at Jerusalem.
32 Now Peter and those who were with him were heavy with sleep, but when they were fully awake, they saw his glory, and the two men who stood with him.
33 As they were parting from him, Peter said to Jesus, “Master, it is good for us to be here. Let’s make three tents: one for you, one for Moses, and one for Elijah,” not knowing what he said.
34 While he said these things, a cloud came and overshadowed them, and they were afraid as they entered into the cloud.
35 A voice came out of the cloud, saying, “This is my beloved Son. Listen to him!”
36 When the voice came, Jesus was found alone. They were silent, and told no one in those days any of the things which they had seen.
37 On the next day, when they had come down from the mountain, a great multitude met him.
38 Behold, a man from the crowd called out, saying, “Teacher, I beg you to look at my son, for he is my only born child.
39 Behold, a spirit takes him, he suddenly cries out, and it convulses him so that he foams; and it hardly departs from him, bruising him severely.
40 I begged your disciples to cast it out, and they couldn’t.”
41 Jesus answered, “Faithless and perverse generation, how long shall I be with you and bear with you? Bring your son here.”
42 While he was still coming, the demon threw him down and convulsed him violently. But Jesus rebuked the unclean spirit, healed the boy, and gave him back to his father.
43 They were all astonished at the majesty of God. But while all were marveling at all the things which Jesus did, he said to his disciples,
44 “Let these words sink into your ears, for the Son of Man will be delivered up into the hands of men.”
45 But they didn’t understand this saying. It was concealed from them, that they should not perceive it, and they were afraid to ask him about this saying.
46 An argument arose among them about which of them was the greatest.
47 Jesus, perceiving the reasoning of their hearts, took a little child, and set him by his side,
48 and said to them, “Whoever receives this little child in my name receives me. Whoever receives me receives him who sent me. For whoever is least among you all, this one will be great.”
49 John answered, “Master, we saw someone casting out demons in your name, and we forbade him, because he doesn’t follow with us.”
50 Jesus said to him, “Don’t forbid him, for he who is not against us is for us.”
51 It came to pass, when the days were near that he should be taken up, he intently set his face to go to Jerusalem
52 and sent messengers before his face. They went and entered into a village of the Samaritans, so as to prepare for him.
53 They didn’t receive him, because he was traveling with his face set toward Jerusalem.
54 When his disciples, James and John, saw this, they said, “Lord, do you want us to command fire to come down from the sky and destroy them, just as Elijah did?”
55 But he turned and rebuked them, “You don’t know of what kind of spirit you are.
56 For the Son of Man didn’t come to destroy men’s lives, but to save them.” They went to another village.
57 As they went on the way, a certain man said to him, “I want to follow you wherever you go, Lord.”
58 Jesus said to him, “The foxes have holes and the birds of the sky have nests, but the Son of Man has no place to lay his head.”
59 He said to another, “Follow me!” But he said, “Lord, allow me first to go and bury my father.”
60 But Jesus said to him, “Leave the dead to bury their own dead, but you go and announce God’s Kingdom.”
61 Another also said, “I want to follow you, Lord, but first allow me to say good-bye to those who are at my house.”
62 But Jesus said to him, “No one, having put his hand to the plow and looking back, is fit for God’s Kingdom.”