John 11
SBL Greek New Testament tier 1
1 Ἦν δέ τις ἀσθενῶν, Λάζαρος ἀπὸ Βηθανίας ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς.
2 ἦν δὲ Μαριὰμ ἡ ἀλείψασα τὸν κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει.
3 ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ.
4 ἀκούσας δὲ ὁ Ἰησοῦς εἶπεν· Αὕτη ἡ ἀσθένεια οὐκ ἔστιν πρὸς θάνατον ἀλλʼ ὑπὲρ τῆς δόξης τοῦ θεοῦ ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ θεοῦ διʼ αὐτῆς.
5 ἠγάπα δὲ ὁ Ἰησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον.
6 ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας·
7 ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· Ἄγωμεν εἰς τὴν Ἰουδαίαν πάλιν.
8 λέγουσιν αὐτῷ οἱ μαθηταί· Ῥαββί, νῦν ἐζήτουν σε λιθάσαι οἱ Ἰουδαῖοι, καὶ πάλιν ὑπάγεις ἐκεῖ;
9 ἀπεκρίθη Ἰησοῦς· Οὐχὶ δώδεκα ὧραί εἰσιν τῆς ἡμέρας; ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ, οὐ προσκόπτει, ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει·
10 ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί, προσκόπτει, ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ.
11 ταῦτα εἶπεν, καὶ μετὰ τοῦτο λέγει αὐτοῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν.
12 εἶπαν οὖν οἱ μαθηταὶ αὐτῷ· Κύριε, εἰ κεκοίμηται σωθήσεται.
13 εἰρήκει δὲ ὁ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ. ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει.
14 τότε οὖν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς παρρησίᾳ· Λάζαρος ἀπέθανεν,
15 καὶ χαίρω διʼ ὑμᾶς, ἵνα πιστεύσητε, ὅτι οὐκ ἤμην ἐκεῖ· ἀλλὰ ἄγωμεν πρὸς αὐτόν.
16 εἶπεν οὖν Θωμᾶς ὁ λεγόμενος Δίδυμος τοῖς συμμαθηταῖς· Ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετʼ αὐτοῦ.
17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ.
18 ἦν δὲ ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε.
19 πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ.
20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο.
21 εἶπεν οὖν ἡ Μάρθα πρὸς τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου·
22 καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός.
23 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου.
24 λέγει αὐτῷ ἡ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται,
26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο;
27 λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.
28 Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα· Ὁ διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε.
29 ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν·
30 οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην, ἀλλʼ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα.
31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετʼ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν, ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν, ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ.
32 ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας, λέγουσα αὐτῷ· Κύριε, εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός.
33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν,
34 καὶ εἶπεν· Ποῦ τεθείκατε αὐτόν; λέγουσιν αὐτῷ· Κύριε, ἔρχου καὶ ἴδε.
35 ἐδάκρυσεν ὁ Ἰησοῦς.
36 ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Ἴδε πῶς ἐφίλει αὐτόν.
37 τινὲς δὲ ἐξ αὐτῶν εἶπαν· Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ;
38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον· ἦν δὲ σπήλαιον, καὶ λίθος ἐπέκειτο ἐπʼ αὐτῷ.
39 λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον. λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα· Κύριε, ἤδη ὄζει, τεταρταῖος γάρ ἐστιν.
40 λέγει αὐτῇ ὁ Ἰησοῦς· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;
41 ἦραν οὖν τὸν λίθον. ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν· Πάτερ, εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου,
42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις· ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας.
43 καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν· Λάζαρε, δεῦρο ἔξω.
44 ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις, καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν.
45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν Μαριὰμ καὶ θεασάμενοι ἃ ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν·
46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ ἐποίησεν Ἰησοῦς.
47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ποιεῖ σημεῖα;
48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος.
49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν,
50 οὐδὲ λογίζεσθε ὅτι συμφέρει ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται.
51 τοῦτο δὲ ἀφʼ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους,
52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλʼ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν.
53 ἀπʼ ἐκείνης οὖν τῆς ἡμέρας ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.
54 Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.
55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς.
56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετʼ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν;
57 δεδώκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
Berean Standard Bible tier 2
1 At this time a man named Lazarus was sick. He lived in Bethany, the village of Mary and her sister Martha.
2 (Mary, whose brother Lazarus was sick, was to anoint the Lord with perfume and wipe His feet with her hair.)
3 So the sisters sent word to Jesus, “Lord, the one You love is sick.”
4 When Jesus heard this, He said, “This sickness will not end in death. No, it is for the glory of God, so that the Son of God may be glorified through it.”
5 Now Jesus loved Martha and her sister and Lazarus.
6 So on hearing that Lazarus was sick, He stayed where He was for two days,
7 and then He said to the disciples, “Let us go back to Judea.”
8 “Rabbi,” they replied, “the Jews just tried to stone You, and You are going back there?”
9 Jesus answered, “Are there not twelve hours of daylight? If anyone walks in the daytime, he will not stumble, because he sees by the light of this world.
10 But if anyone walks at night, he will stumble, because he has no light.”
11 After He had said this, He told them, “Our friend Lazarus has fallen asleep, but I am going there to wake him up.”
12 His disciples replied, “Lord, if he is sleeping, he will get better.”
13 They thought that Jesus was talking about actual sleep, but He was speaking about the death of Lazarus.
14 So Jesus told them plainly, “Lazarus is dead,
15 and for your sake I am glad I was not there, so that you may believe. But let us go to him.”
16 Then Thomas called Didymus said to his fellow disciples, “Let us also go, so that we may die with Him.”
17 When Jesus arrived, He found that Lazarus had already spent four days in the tomb.
18 Now Bethany was near Jerusalem, a little less than two miles away,
19 and many of the Jews had come to Martha and Mary to console them in the loss of their brother.
20 So when Martha heard that Jesus was coming, she went out to meet Him, but Mary stayed at home.
21 Martha said to Jesus, “Lord, if You had been here, my brother would not have died.
22 But even now I know that God will give You whatever You ask of Him.”
23 “Your brother will rise again,” Jesus told her.
24 Martha replied, “I know that he will rise again in the resurrection at the last day.”
25 Jesus said to her, “I am the resurrection and the life. Whoever believes in Me will live, even though he dies.
26 And everyone who lives and believes in Me will never die. Do you believe this?”
27 “Yes, Lord,” she answered, “I believe that You are the Christ, the Son of God, who was to come into the world.”
28 After Martha had said this, she went back and called her sister Mary aside to tell her, “The Teacher is here and is asking for you.”
29 And when Mary heard this, she got up quickly and went to Him.
30 Now Jesus had not yet entered the village, but was still at the place where Martha had met Him.
31 When the Jews who were in the house consoling Mary saw how quickly she got up and went out, they followed her, supposing she was going to the tomb to mourn there.
32 When Mary came to Jesus and saw Him, she fell at His feet and said, “Lord, if You had been here, my brother would not have died.”
33 When Jesus saw her weeping, and the Jews who had come with her also weeping, He was deeply moved in spirit and troubled.
34 “Where have you put him?” He asked. “Come and see, Lord,” they answered.
35 Jesus wept.
36 Then the Jews said, “See how He loved him!”
37 But some of them asked, “Could not this man who opened the eyes of the blind also have kept Lazarus from dying?”
38 Jesus, once again deeply moved, came to the tomb. It was a cave with a stone laid across the entrance.
39 “Take away the stone,” Jesus said. “Lord, by now he stinks,” said Martha, the sister of the dead man. “It has already been four days.”
40 Jesus replied, “Did I not tell you that if you believed, you would see the glory of God?”
41 So they took away the stone. Then Jesus lifted His eyes upward and said, “Father, I thank You that You have heard Me.
42 I knew that You always hear Me, but I say this for the benefit of the people standing here, so they may believe that You sent Me.”
43 After Jesus had said this, He called out in a loud voice, “Lazarus, come out!”
44 The man who had been dead came out with his hands and feet bound in strips of linen, and his face wrapped in a cloth. “Unwrap him and let him go,” Jesus told them.
45 Therefore many of the Jews who had come to Mary, and had seen what Jesus did, believed in Him.
46 But some of them went to the Pharisees and told them what Jesus had done.
47 Then the chief priests and Pharisees convened the Sanhedrin and said, “What are we to do? This man is performing many signs.
48 If we let Him go on like this, everyone will believe in Him, and then the Romans will come and take away both our place and our nation.”
49 But one of them, named Caiaphas, who was high priest that year, said to them, “You know nothing at all!
50 You do not realize that it is better for you that one man die for the people than that the whole nation perish.”
51 Caiaphas did not say this on his own. Instead, as high priest that year, he was prophesying that Jesus would die for the nation,
52 and not only for the nation, but also for the scattered children of God, to gather them together into one.
53 So from that day on they plotted to kill Him.
54 As a result, Jesus no longer went about publicly among the Jews, but He withdrew to a town called Ephraim in an area near the wilderness. And He stayed there with the disciples.
55 Now the Jewish Passover was near, and many people went up from the country to Jerusalem to purify themselves before the Passover.
56 They kept looking for Jesus and asking one another as they stood in the temple courts, “What do you think? Will He come to the feast at all?”
57 But the chief priests and Pharisees had given orders that anyone who knew where He was must report it, so that they could arrest Him.
King James Version tier 2
1 Now a certain man was sick, named Lazarus, of Bethany, the town of Mary and her sister Martha.
2 (It was that Mary which anointed the Lord with ointment, and wiped his feet with her hair, whose brother Lazarus was sick.)
3 Therefore his sisters sent unto him, saying, Lord, behold, he whom thou lovest is sick.
4 When Jesus heard that, he said, This sickness is not unto death, but for the glory of God, that the Son of God might be glorified thereby.
5 Now Jesus loved Martha, and her sister, and Lazarus.
6 When he had heard therefore that he was sick, he abode two days still in the same place where he was.
7 Then after that saith he to his disciples, Let us go into Judæa again.
8 His disciples say unto him, Master, the Jews of late sought to stone thee; and goest thou thither again?
9 Jesus answered, Are there not twelve hours in the day? If any man walk in the day, he stumbleth not, because he seeth the light of this world.
10 But if a man walk in the night, he stumbleth, because there is no light in him.
11 These things said he: and after that he saith unto them, Our friend Lazarus sleepeth; but I go, that I may awake him out of sleep.
12 Then said his disciples, Lord, if he sleep, he shall do well.
13 Howbeit Jesus spake of his death: but they thought that he had spoken of taking of rest in sleep.
14 Then said Jesus unto them plainly, Lazarus is dead.
15 And I am glad for your sakes that I was not there, to the intent ye may believe; nevertheless let us go unto him.
16 Then said Thomas, which is called Didymus, unto his fellowdisciples, Let us also go, that we may die with him.
17 Then when Jesus came, he found that he had lain in the grave four days already.
18 Now Bethany was nigh unto Jerusalem, about fifteen furlongs off:
19 And many of the Jews came to Martha and Mary, to comfort them concerning their brother.
20 Then Martha, as soon as she heard that Jesus was coming, went and met him: but Mary sat still in the house.
21 Then said Martha unto Jesus, Lord, if thou hadst been here, my brother had not died.
22 But I know, that even now, whatsoever thou wilt ask of God, God will give it thee.
23 Jesus saith unto her, Thy brother shall rise again.
24 Martha saith unto him, I know that he shall rise again in the resurrection at the last day.
25 Jesus said unto her, I am the resurrection, and the life: he that believeth in me, though he were dead, yet shall he live:
26 And whosoever liveth and believeth in me shall never die. Believest thou this?
27 She saith unto him, Yea, Lord: I believe that thou art the Christ, the Son of God, which should come into the world.
28 And when she had so said, she went her way, and called Mary her sister secretly, saying, The Master is come, and calleth for thee.
29 As soon as she heard that, she arose quickly, and came unto him.
30 Now Jesus was not yet come into the town, but was in that place where Martha met him.
31 The Jews then which were with her in the house, and comforted her, when they saw Mary, that she rose up hastily and went out, followed her, saying, She goeth unto the grave to weep there.
32 Then when Mary was come where Jesus was, and saw him, she fell down at his feet, saying unto him, Lord, if thou hadst been here, my brother had not died.
33 When Jesus therefore saw her weeping, and the Jews also weeping which came with her, he groaned in the spirit, and was troubled,
34 And said, Where have ye laid him? They said unto him, Lord, come and see.
35 Jesus wept.
36 Then said the Jews, Behold how he loved him!
37 And some of them said, Could not this man, which opened the eyes of the blind, have caused that even this man should not have died?
38 Jesus therefore again groaning in himself cometh to the grave. It was a cave, and a stone lay upon it.
39 Jesus said, Take ye away the stone. Martha, the sister of him that was dead, saith unto him, Lord, by this time he stinketh: for he hath been dead four days.
40 Jesus saith unto her, Said I not unto thee, that, if thou wouldest believe, thou shouldest see the glory of God?
41 Then they took away the stone from the place where the dead was laid. And Jesus lifted up his eyes, and said, Father, I thank thee that thou hast heard me.
42 And I knew that thou hearest me always: but because of the people which stand by I said it, that they may believe that thou hast sent me.
43 And when he thus had spoken, he cried with a loud voice, Lazarus, come forth.
44 And he that was dead came forth, bound hand and foot with graveclothes: and his face was bound about with a napkin. Jesus saith unto them, Loose him, and let him go.
45 Then many of the Jews which came to Mary, and had seen the things which Jesus did, believed on him.
46 But some of them went their ways to the Pharisees, and told them what things Jesus had done.
47 Then gathered the chief priests and the Pharisees a council, and said, What do we? for this man doeth many miracles.
48 If we let him thus alone, all men will believe on him: and the Romans shall come and take away both our place and nation.
49 And one of them, named Caiaphas, being the high priest that same year, said unto them, Ye know nothing at all,
50 Nor consider that it is expedient for us, that one man should die for the people, and that the whole nation perish not.
51 And this spake he not of himself: but being high priest that year, he prophesied that Jesus should die for that nation;
52 And not for that nation only, but that also he should gather together in one the children of God that were scattered abroad.
53 Then from that day forth they took counsel together for to put him to death.
54 Jesus therefore walked no more openly among the Jews; but went thence unto a country near to the wilderness, into a city called Ephraim, and there continued with his disciples.
55 And the Jews’ passover was nigh at hand: and many went out of the country up to Jerusalem before the passover, to purify themselves.
56 Then sought they for Jesus, and spake among themselves, as they stood in the temple, What think ye, that he will not come to the feast?
57 Now both the chief priests and the Pharisees had given a commandment, that, if any man knew where he were, he should shew it, that they might take him.
World English Bible tier 3
1 Now a certain man was sick, Lazarus from Bethany, of the village of Mary and her sister, Martha.
2 It was that Mary who had anointed the Lord with ointment and wiped his feet with her hair, whose brother Lazarus was sick.
3 The sisters therefore sent to him, saying, “Lord, behold, he for whom you have great affection is sick.”
4 But when Jesus heard it, he said, “This sickness is not to death, but for the glory of God, that God’s Son may be glorified by it.”
5 Now Jesus loved Martha, and her sister, and Lazarus.
6 When therefore he heard that he was sick, he stayed two days in the place where he was.
7 Then after this he said to the disciples, “Let’s go into Judea again.”
8 The disciples asked him, “Rabbi, the Jews were just trying to stone you. Are you going there again?”
9 Jesus answered, “Aren’t there twelve hours of daylight? If a man walks in the day, he doesn’t stumble, because he sees the light of this world.
10 But if a man walks in the night, he stumbles, because the light isn’t in him.”
11 He said these things, and after that, he said to them, “Our friend Lazarus has fallen asleep, but I am going so that I may awake him out of sleep.”
12 The disciples therefore said, “Lord, if he has fallen asleep, he will recover.”
13 Now Jesus had spoken of his death, but they thought that he spoke of taking rest in sleep.
14 So Jesus said to them plainly then, “Lazarus is dead.
15 I am glad for your sakes that I was not there, so that you may believe. Nevertheless, let’s go to him.”
16 Thomas therefore, who is called Didymus, said to his fellow disciples, “Let’s also go, that we may die with him.”
17 So when Jesus came, he found that he had been in the tomb four days already.
18 Now Bethany was near Jerusalem, about fifteen stadia away.
19 Many of the Jews had joined the women around Martha and Mary, to console them concerning their brother.
20 Then when Martha heard that Jesus was coming, she went and met him, but Mary stayed in the house.
21 Therefore Martha said to Jesus, “Lord, if you would have been here, my brother wouldn’t have died.
22 Even now I know that whatever you ask of God, God will give you.”
23 Jesus said to her, “Your brother will rise again.”
24 Martha said to him, “I know that he will rise again in the resurrection at the last day.”
25 Jesus said to her, “I am the resurrection and the life. He who believes in me will still live, even if he dies.
26 Whoever lives and believes in me will never die. Do you believe this?”
27 She said to him, “Yes, Lord. I have come to believe that you are the Christ, God’s Son, he who comes into the world.”
28 When she had said this, she went away and called Mary, her sister, secretly, saying, “The Teacher is here and is calling you.”
29 When she heard this, she arose quickly and went to him.
30 Now Jesus had not yet come into the village, but was in the place where Martha met him.
31 Then the Jews who were with her in the house and were consoling her, when they saw Mary, that she rose up quickly and went out, followed her, saying, “She is going to the tomb to weep there.”
32 Therefore when Mary came to where Jesus was and saw him, she fell down at his feet, saying to him, “Lord, if you would have been here, my brother wouldn’t have died.”
33 When Jesus therefore saw her weeping, and the Jews weeping who came with her, he groaned in the spirit and was troubled,
34 and said, “Where have you laid him?” They told him, “Lord, come and see.”
35 Jesus wept.
36 The Jews therefore said, “See how much affection he had for him!”
37 Some of them said, “Couldn’t this man, who opened the eyes of him who was blind, have also kept this man from dying?”
38 Jesus therefore, again groaning in himself, came to the tomb. Now it was a cave, and a stone lay against it.
39 Jesus said, “Take away the stone.” Martha, the sister of him who was dead, said to him, “Lord, by this time there is a stench, for he has been dead four days.”
40 Jesus said to her, “Didn’t I tell you that if you believed, you would see God’s glory?”
41 So they took away the stone from the place where the dead man was lying. Jesus lifted up his eyes and said, “Father, I thank you that you listened to me.
42 I know that you always listen to me, but because of the multitude standing around I said this, that they may believe that you sent me.”
43 When he had said this, he cried with a loud voice, “Lazarus, come out!”
44 He who was dead came out, bound hand and foot with wrappings, and his face was wrapped around with a cloth. Jesus said to them, “Free him, and let him go.”
45 Therefore many of the Jews who came to Mary and saw what Jesus did believed in him.
46 But some of them went away to the Pharisees and told them the things which Jesus had done.
47 The chief priests therefore and the Pharisees gathered a council, and said, “What are we doing? For this man does many signs.
48 If we leave him alone like this, everyone will believe in him, and the Romans will come and take away both our place and our nation.”
49 But a certain one of them, Caiaphas, being high priest that year, said to them, “You know nothing at all,
50 nor do you consider that it is advantageous for us that one man should die for the people, and that the whole nation not perish.”
51 Now he didn’t say this of himself, but being high priest that year, he prophesied that Jesus would die for the nation,
52 and not for the nation only, but that he might also gather together into one the children of God who are scattered abroad.
53 So from that day forward they took counsel that they might put him to death.
54 Jesus therefore walked no more openly among the Jews, but departed from there into the country near the wilderness, to a city called Ephraim. He stayed there with his disciples.
55 Now the Passover of the Jews was at hand. Many went up from the country to Jerusalem before the Passover, to purify themselves.
56 Then they sought for Jesus and spoke with one another as they stood in the temple, “What do you think—that he isn’t coming to the feast at all?”
57 Now the chief priests and the Pharisees had commanded that if anyone knew where he was, he should report it, that they might seize him.